Ancient Greek · ~2 min
412.2 to 412.4
Libanius, Epistulae 1-839 412.2-4
Not analysed yet
λέγω τοίνυν ὅτι πρῶτον μὲν καλῶς ποιεῖς ἀγαθὸς ὤν, ἔπειθ’ ὡς ὧν ἐπιτηδεύεις καλῶν ἐπαινέτην ἔχεις Ὀλύμπιον, ἄνδρα καὶ ῥήτορα δεινὸν καὶ φιλόσοφον ἄκρον βοηθοῦντα ψυχαῖς οὐ μεῖον ἡ σώμασιν ἀπὸ τῶν φαρμάκων. ἀνὴρ δὲ τοιοῦτος ἐπαινέτης ἀνδρὶ σώφρονι τιμιώτερον τῶν Γύγου χρημάτων. ἐπεὶ καὶ αὐτῷ μοι χρήματα μὲν οὐκ ἔστιν, ἡ δὲ παρὰ τοῦδε ψῆφος, καὶ οἶμαι κατὰ τοῦτο τῶν πολυχρύσων εὐδαιμονέστε- ρος εἶναι. ἢν οὖν τι φροντίζῃς περὶ ἡμῶν, σύγγνωθί τε ἐραστῇ καὶ συλλαβοῦ. καὶ ὅ τι ἂν εὖ ποιήσῃς, δήλωσον γράμ- μασι τὸ ἔργον· ὡς οὐχ ἥττων ἡ χάρις ἐν τῷ δευτέρῳ.