Ancient Greek · ~2 min
Letter 413
Libanius, Epistulae 1-839 413
Not analysed yet
Οἶδ’ ὅτι σε εὐφραίνει γράμμα ἐμόν. σὺ γὰρ ἐκεῖνος ὁ πετόμενος μέν, ὅπως ἂν ἡμῶν ἀκούσαις, πετόμενος δὲ αὖθις όπὸ τῶν λόγων έν τῷ συλλόγῳ, καὶ σπεύδων τε ἐπ’ ἀκρόασιν καὶ ἐν αὐτῇ πάντα δρῶν. ἦν οὖν δῆλον ὡς οὐκ ἀτιμάσεις ἐπιστολὴν οὖ τιμᾷς τοὺς λόγους. ἀμείβομαι δέ σε τῷ μέγα φρονεῖν, ὅτι δοκεῖς εἶναι καλὸς Ὀλυμπίῳ τῷ σοφῷ, ὃς βαδίζει μὲν ἐπὶ τοὺς ἀρρωστοῦντας καὶ ἐμπίμπλησι. φίλος γε μὴν οὕτω σαφὴς ὥστε κἂν ἐπὶ τὰς Γοργόνας φίλῳ συστρατεύσαι. ὄψει δὲ αὐτὸν θαυμαστὰ ἐργαζόμενον ἐν τοῖς ὑπὲρ ἡμῶν ἄθλοις, ὧν κοινωνήσεις δήπου, κἂν μηδεὶς ἐπεγείρῃ.