Ancient Greek · ~1 min
Letter 417
Libanius, Epistulae 1-839 417
Not analysed yet
υιζ΄. Εὐσεβίῳ. (355) Καὶ πρότερον ἐπέσταλκά σοι καὶ νῦν προσαγορεύω. καὶ γράφων γε οὐ παύσομαι πρὶν ἂν πρὸς ἀμοιβὰς ἐκκαλέσωμαι τὴν ἱερὰν κεφαλήν. πάντως δὲ οὐκ ἐπὶ μικροῖς ἄθλοις ἡ σπουδή.