Ancient Greek · ~5 min
430.9 to 430.12
Libanius, Epistulae 1-839 430.9-12
Not analysed yet
τὸ πολὺ δὲ τῶν λόγων Ἀρισταίνετος ἦν καὶ μετ’ ἐκεῖνον Ἄλκιμος, καὶ παντὶ τῷ παραπίπτοντι τὸ σὸν ὄνομα ἐπεισήγετο. εἴτε γάρ τις εἰς ἡμᾶς ἐφάνη ῥᾴθυμος, ἀλλ’ οὐκ Ἀρισταίνετός γε τοιοῦτος ἐλέγετ’ ἄν, εἴτε ὄντως φίλον ἐπῄνει, ἀλλ᾿ οὐκ Ἁρισταινέτῳ γε παραπλήσιος οὗτος προσετίθετο ἄν. ὡς δὲ ἐγέ- νετό μοι καὶ θυρῶν ἔξω φανῆναι, παρά τε τὸν Στρατήγιον ᾖμεν καὶ ἐπὶ λουτρὸν ἐκεῖθεν, ὁ μὲν λουσόμενος, ἐγὼ δὲ αὐτὸν τῶν Ὁμήρου τι περιέμενον ᾄδων. διὰ δὲ τὸ σφόδρα ἀλλήλοις συνεῖναι θαῦμα ἦν ἅτερος ἐπ’ ἀγορᾶς ὁρώμενος, καί τινα σκώμματα ὑπεμένομεν ὡς ἂν ἐξ ἀλλήλων ἠρτημένω. τὸν θεῖον δέ μου φιλῶν τε ὥσπερ ἐμὲ καὶ νομίζων περὶ σὲ γνώ- μης ἔχειν ὥσπερ ἐγὼ δίκαια ἇι ποιοίης. ὅς εἰς τοῦτο ἥκει τοῦ πεπεῖσθαι κρατεῖν σε πάντων ἀρετῇ, ὥστε πρὸ τοῦ μὲν ταῦτα ἀκούων ἥδετο, νῦν δὲ ἐν τοῖς <φάσκουσιν> ἀριθμεῖται. Κλημάτιος δὲ αὐτὸν ὡς μὲν νοῦν ἔχοντα πάλαι ἐθαύμα- σεν, νῦν δὲ καὶ φιλεῖ, διότι σὲ ἐκεῖνος καὶ δὴ καὶ αὐτὸν ἐκ Ῥώμης ἥκοντα ἤρου φάσκοντα ἀνδράσιν ἐντυχεῖν ἀγα- θοῖς αὐτόθι, διηγήσατο πολλάκις· ἔλεγε δὲ ὡς αὐτὸς μὲν ἥκων ἐπαινοῖ τὴν ἐν Ῥώμῃ βουλὴν ἐπὶ φρονήσει, σὺ δ’ εἰ Φασγανίῳ τις προσόμοιος, πύθοιο.