Ancient Greek · ~7 min
430.1 to 430.8
Libanius, Epistulae 1-839 430.1-8
Not analysed yet
Ἡ μὲν λέξις τῶν ἐπιστολῶν ἔπειθεν ἡμᾶς ὡς σύνει τῷ Πλάτωνι, τὸ δὲ ἀκμάζειν ἐν σοὶ τὴν ἀθυμίαν ἔτι καὶ τὴν τρίχα πρὸς πένθος ἀνεῖσθαι καὶ τὴν οἰκίαν ὡς ἐπὶ χθὲς τῇ τελευτὴ συμβάσῃ διακεῖσθαι, ταῦτα οὐκέτι πάνυ προσκειμένου τῷ Πλάτωνι. καίτοι πολὺ βέλτιον ἂν ἦν, εἰ τὴν γνώμην μᾶλλον ἢ τὴν γλῶτταν ὤνησο. σὺ μὲν οὖν οἴει σύμφωνα ταῦτα ποιεῖν οἷς περὶ ζῶσαν ἔπραττες, εὐφραίνειν γὰρ δὴ καὶ νῦν ὥσπερ καὶ τότε· δοκεῖς δέ μοι ζῶσαν οὐδὲν λυπήσας πάνυ τοῦτο δρᾶν εἰς ἀπελθοῦσαν. εἰ γὰρ ὅπως σαυτὸν διαφθείρεις, αἴσθοιτο, μέγα ἂν στενάξαι τοσούτῳ κακῷ διδοῦσα ἀφορμήν. ἀλλ’ ὑπὲρ μὲν τούτων εἰ μὴ σαυτῷ διαλέξῃ, τά γε παρ’ ἄλλου μάταια· ἐγὼ δὲ ἃ νοσεῖν πλασάμενος ἔφυγον ἥνπερ ἔφυ- γον πόλιν, ταῦτα ἐνθάδε νοσῶ. καὶ οὕτως ἄρα ἡδὺ πατρίς, ὥστε ἄμεινόν μοι τῇδε πονεῖσθαι ἡ παρ’ ἐκείνοις ὑγιέστερον εἶναι Κρότωνος. τὸ κακὸν δὲ πάλαι μὲν ἐπέκειτο τῇ κε- φαλῇ, νῦν δὲ εἰς τοὺς νεφροὺς κατέβη, μᾶλλον δέ, τούτους μὲν ἰσχυρῶς πιέζει, τὴν δὲ οὐ τελέως ἠλευθέρωσεν, ἀλλ’ ἔκει τε μένει καὶ τούτους ἐπείληφεν. ἦρι μὲν οὖν ἄνωθεν ἐρρύη, παντὶ δὲ ἐνέβαλε σθένει· φάρμακα δὲ πάντα ἠλέγχετο καὶ ίατροὶ τὴν μὲν ὑπερβολὴν ἐθαύμαζον, κωλύειν δὲ οὐκ εἶχον. καὶ διετελέσαμεν ἐνναίοντες αὐτῶν ταῖς χερσὶ καὶ οὐδὲν ὅ τι οὐκ ἀνεχόμενοι. θεῶν δὲ ἄρα τις ἡμῖν εὔνους, ὅστις, ἐπειδὴ χρῆν με καμεῖν, ἔδωκε παραμύθιον τὴν Ματίου παρουσίαν. ἐλθὼν μὲν γὰρ εὐθὺς ἀκροάσεως μετέσχεν, ὃ ἦν ἐκείνῳ τε πάμμεγα ἐμοί τε οἷον οὐκ ἄλλο. ἔπειθ’ ὁ μὲν ὑπὲρ τὸν Εὐφράτην ἐλθὼν τὰ Περσῶν σκεψόμενος, ἐπειδὴ ἐπῄεσαν, ἀναστρέψας ὀξέως παρεσκεύασε Στρατήγιον πρᾶξαι ταῦτα ἀφ’ ὧν ἐκεῖνοι ταχέως ἀπῆλθον· ἐμοὶ δὲ ἐνέβαλον ἀλγηδόνες, ἇί τῆς κλίνης ἐξανιστᾶσαι περιτρέχειν ἠνάγκαζον. ταυτὶ μέν, ὁπότε οἴκοι μένοι Κλημάτιος, παρακαθημένου δὲ καὶ τούτων ἐδυνάμην κρατεῖν οὕτως ἰσχυρότερος ἦν φαρμάκων πείθων φέρειν, συναχθόμενος, παίζων, σπουδάζων, ἀναμιμνήσκων τῶν ἀρχαίων, χρηστόν τι προλέγων.