Ancient Greek · ~2 min
Letter 431
Libanius, Epistulae 1-839 431
Not analysed yet
Τῷ Δάφνῳ πᾶσα ἀνάγκη καὶ πείρα προσενήνεκται πάντα μὲν Κληματίου πεποιηκότος, οὐκ ὀλίγα δὲ Ἀποδημίου, τάχα δέ τι καὶ ἡμῶν. καὶ μὴν καὶ Σrρατήγιος ἀκούσας εἶναί σοι δίκην εὐθύς τε ἐπίστευσεν ὡς ἀδικεῖ, καὶ οἷος ἦν μηδὲν ἐλλεί- πειν. ἀλλ’ ὁ Δάφνος καὶ ἡμῶν καὶ νόμων καὶ ἀρχόντων καταγελᾷ· τοιοῦτον ἔχει συνήγορον τὴν πενίαν, ὑφ’ ἧς ἂν μὴ πεινῶν κοιμηθῇ, πλουτεῖν οἴεται, ὅμως δὲ οὐδ’ οὕτω λέλυται. καταστήσας δὲ ἐγγυητὴν σὲ περιμένει. τουτὶ γὰρ ἡμῖν σκο- πουμένοις ἐφάνη λοιπόν.