Ancient Greek · ~2 min
434.3 to 434.4
Libanius, Epistulae 1-839 434.3-4
Not analysed yet
κάλλιστον δὲ τῶν πεπραγμένων τὸ δι’ ὧν μὲν ἦν μετασχεῖν τῆς βουλῆς μὴ ἀτιμάσαι, τὰ δὲ τὸ Λρδος φέροντα ἐμμελῶς διώσασθαι. τοῦτο γὰρ ἦν αὐτό, τε τιμῆσαι καὶ τὸ δικαίως ὑπ’ ἐκείνου τετιμῆσθαι Μαὶ. τὸ δ’ ἐμὸν οὕτως ἔχει· τὰ τοῦ σώματος ἀρρωστήματα παραινεῖ μοι μένειν. εὖ δὲ ἴσθι, κἄν εἰ σφόδρα ἦν ὑγιής, ἐμαυτῷ σύμ- βουλος ἂν ἐγενόμην μένειν. τῇδε μὲν γὰρ ἀγέλαις νέων εὔω- ῥία, τὸ δὲ παρ’ ὑμὶν διδάσκειν λόγους ἀρχὴ Σκυρία.