Ancient Greek · ~7 min
435.1 to 435.8
Libanius, Epistulae 1-839 435.1-8
Not analysed yet
Ἔτι μέμνησαι ἡμῶν εἰς Ρώμην ἀπηρκὼς καὶ θεώμενος οἵα οὐ πρότερον πείθων τε σαυτὸν ὡς οὐκ ἐστι yfj αὕτη, ἀλλ’ οὐρανοῦ μοῖρά τις; ἡμᾶς μὲν γὰρ σοῦ μεμνῆσθαι θαυμαστὸν οὐδέν· ἐν γὰρ τοῖς ἀρχαίοις ἡμεῖς καἰ οὐδενὶ καινῷ κατα- φρονοῖμεν ἂν τῶν φίλων. ἀλλ’ ἴσως οὐκ ὀρθῶς ἠρόμην. σὺ γὰρ οὐδ’ εἰ τοῦ Ὀλύμπου κοινωνήσαις τοῖς θεοῖς, οὐκ ἴσθ’ ὅπως ἐπιλήσῃ τοῦ ἐρωμένου. μὴ θαυμάσῃς δὲ εἰ σὸν ἔφην ἐρώμενον ἐμαυτόν, νέου πρεσβύτερον. ἐρᾷς γάρ, καὶ τὸ πραττόμενον εἴρηται, καὶ ἅμα παλαιὸν τοῦτό γε καὶ περὶ Σω- κράτη συμβάν. ἤρα γὰρ τὰ μειράκια τοῦ γέροντος. ἔχεις δὲ καὶ κοινωνὸν τοῦ πάθους Κλημάτιον τουτονὶ δεινῶς ὑπὸ τοῦ θεοῦ κεκρατημένον καὶ οὐδὲν οὔτε λέγειν οὔτ᾿ ἀκούειν ἀνεχόμενον πλὴν ὅ τι εἰς ἐμὲ φέροι. τοῦτον ἥκοντα μὲν εὐθὺς εἰς τὸ βουλευτήριον εἰσήγομεν ἐπ’ ἀκρόασιν, καὶ ἦν τοῦτο Κληματίῳ μεῖζον ἢ στρατοπέδων ἄρξαι, μικρὸν δὲ ὕστε- ρον ἀρρωστήσας μόνην εἶχον τὸν ἄνδρα παραψυχήν, καὶ διὰ τοῦτον οὐκ ἐπέκλυσε τὴν ψυχὴν λύπη, παρών τε γὰρ ἐκού- φιζε καὶ ἀπόντος ἡ παρουσίας ἐλπὶς ἤρκει βοηθεῖν. ἐπεὶ δὲ ἀνέστην, ἵππος μὲν ἦν ἑκατέρῳ, ἐφερόμεθα δέ, εἰ ποι δε- ήσειεν, ἀλλήλων ἐχόμενοι, παρὰ τοὺς ἄρχοντας, ἐπὶ λουτρὰ τί· τε ἐν τῇ πόλει καὶ τὸ πρὸ τῆς πόλεως, ἀκούεις ἐκεῖνο τὸ μέγα καὶ καλόν, ᾧ Δατιανὸς τὴν ἡμετέραν ἐκόσμησε. τῶν δὲ ὁρώντων ἐνίους ἤδη καὶ φθόνος εἰσῄει· ὦ Ἡράκλεις, οὗτοι τὸν Ἡρακλέα καὶ τὸν Θησέα τῇ πρὸς άλλήλους φιλίᾳ παρελθαίν ἀξιοῦσι. τούτους ὅρκος ἰδίᾳ κωλύει λα- λεῖν. ἤδη δέ ποτε ὁ μὲν ὡς Στρατήγιον εἰσῆλθεν, ἐγὼ δὲ οὔ. καὶ ὃς ἐξεπλάγη τε καὶ ἤρετο ποῦ ποῦ δέ σου τὸ ἥμισυ; γαῖ πάλιν ἔφθην ἐγὼ τοῦτον, καὶ ταὐτὸ θαῦμα καὶ ταὐτὸ ἐρώτημα.