Ancient Greek · ~5 min
438.1 to 438.5
Libanius, Epistulae 1-839 438.1-5
Not analysed yet
Ἀεὶ μὲν ἔγωγε τὴν σὴν εὔνοιαν ἠγάσθην <τὴν> εἰς ἐμὲ καὶ οὐκ εἶχον πεισθῆναι ὅτι σὺ τοῦτο ποιεῖς οὐχὶ θεῶν του κινοῦντος, οὕτως ὑπεραίρειν ἐφαίνου πάντας ὅσοι φάσκουσι φιλεῖν· νῦν δὲ ὑπὲρ τὰ ἐσκαμμένα, φασίν, ἐπεδείξω τὴν κηδεμονίαν ἐν οἶς ἐμοὶ μὲν ἔγραψας, ὡς δεῖ τι παρὰ Μάγνου μαθεῖν, ἐκείνῳ δὲ ἔφρασας ἃ δεῖ πρὸς ἡμᾶς εἰπεῖν. ἄλλῳ μὲν οὖν ἀσαφὴς ἂν ἔδοξεν ἄγγελος εἶναι, καὶ γὰρ τοσοῦτον ἤγγειλε μόνον, ὡς οὐ δεῖ κινεῖσθαι μάτην, ἐμὲ δὲ ἔννοιά τις ἔλαβε Δωδώνης, καὶ σκοτεινὸν ἦν οὐδέν. πολλῶν οὖν ᾤμην σοι δεῖν χάριν εἰδέναι, εἰ δὴ δεῖ τοὺς ἐρωμένους τοῖς ἐρασταῖς εἰδέναι χάριν, τοῦ τε φέρειν με ἐπὶ τῆς ψυχῆς καὶ τοῦ συμβού- λεσθαί μοι τὸ μὴ τῶν οἰκείων στέρεσθαι καὶ τοῦ ζητῆσαι τοῦτο, εἰ δυνατόν, καὶ τοῦ γνῶναι μηνύσαι, ὡς δυνατόν. νῦν μὲν οὖν ἐν ἡμῖν αὐτοῖς θύρας ἐπιθέντες ὁμολογοῦμεν τὴν χάριν, ἐξου- σίας δὲ εἰς τὸν λόγον δοθείσης ἐμπλήσομεν γῆν καὶ θάλατταν. πῶς οὖν ἀντεπιμελοῦμαί σου; εἰ τὸ σὸν ἑώρων πρὸ τοῦ κοινοῦ. συνευξάμην ἄν σοι oἴκοι καθημένῳ κτήμασι τέρπεσθαι καὶ Βηρυτῷ τῇ παγκάλῃ · νῦν δέ, βουλοίμην γὰρ ἂν εὖ πρᾶξαι τὰς πόλεις ἢ σοὶ γενέσθαι καθεύδειν ἐλευθέρῳ φροντίδων, τοῦτο μὲν οὐκ αἰτῶ, νίκην δὲ σοὶ κατὰ παντὸς τοῦ χρόνου πάλιν ἀρχῆς εἰς χεῖρας ἐλθούσης.