Ancient Greek · ~3 min
Letter 437
Libanius, Epistulae 1-839 437
Not analysed yet
Ἀκούω σε ἐπαινεῖν με καὶ μὴ λήγειν τοῦτο ποιοῦντα, καὶ μοι φαίνῃ δίκαιά τε δρᾶν καὶ σαυτῷ συμφέροντα. ὁ γὰρ ὡς παρὰ ἄριστον ἐφοίτησε λέγων τῷ διδασκάλῳ τε τὸ εἰκὸς ἀπο- δίδωσι καὶ ἅμα αὑτὸν ἐσέμνυνε δεικνύς, οἴων ἀπολέλαυκε τῶν πηγῶν. χρῆν μέντοι προσεῖναι τοῖς ἐπαίνοις καὶ τὸ ἐπι- στέλλειν, ὅπως μηδὲν μέρος ἀργὸν εἴη σοι τῶν πρὸς ἐμέ. ἀλλά μοι δοκεῖν δεδιὼς μή σε χάριτας ἀπαιτῶμεν καὶ λαβόντες πρώτας ἐπαγγέλλωμεν δευτέρας, σιγᾷς ἀποκλείων ἡμῖν τὴν ὁδὸν τοῦ χρῆσθαί σοι τὰ εἰκότα. εἰ δὲ ψεύδεσθαί με φής, ἔλεγ- ξον· ἐλέγξεις δέ, εἰ γράψαις. εἰ δὲ οὐ γράψεις, ὑπὸ Κληματίου εἰην ἂν ἠπατημένος, ὃς ἐκεῖνά τε ἀπήγγειλε καὶ τοῦτο ἔπεισεν ἐπιστεῖλαί σοι.