Ancient Greek · ~6 min
44.1 to 44.6
Libanius, Epistulae 1-839 44.1-6
Not analysed yet
Ὅτι τε ὑγιαίνεις, χαίρω καὶ ὅτι σοι τοῦ πονεῖν πλέον ἐρᾷ Τιτιανὸς ἢ ῥᾳθυμίας ἄλλοι. σοφιστοῦ δὲ εἰ μὲν οὗτος 20 μετέχει βελτίονος ἢ σὺ πρότερον, οὐκ οἶδα· λέγων δὲ χρῆναι τοῦτον τὴν πατρῴαν παρελθεῖν δεινότητα καὶ πτερὰ μικρὸν ὕστερον ἀξιώσεις γενέσθαι σου τῷ παιδί. καίτοι ῥᾷον ἂν τύχοι πτερῶν ὥσπερ ὁ Περσεὺς ἢ τὸν πατέρα παρέλθοι τοῖς λόγοις, οὐδὲ γὰρ ἐκεῖνος τὸν Δία. καὶ τοῦτο οὐκ ἀδίκημα τοῦ νέου, εἰ μὴ καὶ τὸν Ὕλλον γράψῃ, διότι παῖς ὢν Ἡρακλέους οὐκ ἀπέκρυψε τὸν πατέρα. μαντεύομαι δὲ καὶ οἷς χρήσεται πρὸς σέ· καλὸς μὲν ἐπανῆλθον, σοὶ δὲ οὐκ ἴσος, ὦ πάτερ. εἰ μἐν τούτων, οἷς ὑπῆναι βαθεῖαι καὶ θρόνοι, τὴν σὴν γλῶτταν νενίκηκε, λάμβανε παρ’ ἐμοῦ τῆς ἥττης δίκην· εἰ δὲ κοινὸν τοῦτο τῶν νῦν ἐν λόγοις, μὴ ἐμὲ αἰτιῶ μόνον ἐν πολλοῖς ἡττημένοις. ἂν ταῦτα λέγῃ, ἐροῦμεν ἢ τί φήσομεν; φησὶν ὃν μιμῇ, Δημοσθένης. σὺ μὲν οὗν ὅ τι ἀποκρινῇ σκόπει, Μαρ- κελλον δὲ εὐθὺς τε βέλτιστον εἶναι ἐπείσθην, σὺ γὰρ ἐπῄνεις, χρόνῳ τε διδόντα πεῖραν εὗρον οὐ χείρω τῶν ἐπαίνων τὸ γὰρ τῆς σκιᾶς πιεῖ πρὸς τὸν νέον. οὐκ ἔστιν ὅτε οὐ σύνεστι. καίτοι μοι δοκεῖ καὶ Μαπκέλλου γε ἀπόντος εἶναι ἂν οἷόσ- πέρ ἐστι παρόντος Τιτιανός· οὐ δύναμαι γὰρ διαστήσασθαι τόν τε ἐΜεν ἠναγκασμένον καὶ τὸν ἐξ ἐπιθυμίας. ὅ τε οὖν παιδαγωγὸς καὶ τὸν ἀργότατον ἐπήγειρεν ἂν ὅ τε τῶν λόγων ἔρως ἤρκεσεν ἂν ἀντὶ παιδαγωγοῦ τῷ παιδί. Μάρκελλος μὶν οὖν ἐν ᾧπερ ἐστὶν ἴστω, καὶ γὰρ εἰ μὴ παρακλήσεως γε δεήσεται πρὸς αὐτόν, αλλ’ ἐπαίνοις γε χρήσεται πρὸς αὐτόν τὸ δέ ἐστι ὄν μέλιτος ἥδιον.