Ancient Greek · ~3 min
Letter 43
Libanius, Epistulae 1-839 43
Not analysed yet
Ὅτι μὲν τὸ νῦν ἐπιστεῖλαι κατηγορίαν ἔχει τοῦ μὴ πρό- τερον ἀπισεῖλαι, εἰ γὰρ νῦν τὰ δίκαια ποιῶ γράφων, τότε ἠδίκουν οὐ γράφων, εὖ οἶδα· κάλλιον δὲ ἡγησάμενος τοῦ μη- δέποτε τὸ βραδέως προσαγορεύω συμφοιτητὴν ἐπιλελησμένον ἑταίρου. ἢ τοῦτο μὲν οὐκ ὀρθῶς ὑπολαμβάνω, σὺ δὲ μάλιστα μεμνημένος, ἐπειδὴ παρ’ ἄλλους οἱ σοὶ φέρονται νεοττοί, κατ- οκνεῖς; ἀλλ’, ὦ θαυμάσιε, μὴ τοῦτο ποιοῦ κώλυμα μηδ’ οὕτως οἴου τἀμὰ μικρὰ μηδὲ ἐμὴν τὴν ἑτέρων ζημίαν. ἔστι γὰρ καὶ ἐκείνους ἑτέρωσε πέτεσθαι καὶ ἡμᾶς ἀλλήλων ἔχεσθαι, ἐπεὶ καὶ τὸν καλὸν Φιλάγριον ἡγοῦμαί τε καὶ φίλον καλῶ 15 βεβουλευμένον περὶ τῶν υἱέων ἃ μήποτε μέμψαιτο.