Ancient Greek · ~2 min
441.8 to 441.10
Libanius, Epistulae 1-839 441.8-10
Not analysed yet
ταύ- την μὲν οἶν τὴν παιδιὰν ἵλεως οἶδ’ ὅτι δέξῃ, κοινὴν δὲ ἡμῖν ἴσθι πεποιηκὼς ἑορτήν, ἃς Πομπηιανῷ παρέστησας ἐλπίδας. ὁ γὰρ ἀνὴρ οἷος εὖ πράττων πολίτας εὐφραίνειν. ἦν μὲν γὰρ καὶ ἐκ νέου μέτριος καὶ τὸ ἄλυπος εἶναι μελετῶν, ἐπή- σκησε δὲ τὸν τρόπον εἰς σέ τε βλέπων καἰ πειρώμενος αὑτὸν ἄξιον τῆς σῆς διανοίας δεικνύναι. διὸ δὴ καὶ νῦν ὑπὸ κοι- νῶν εὐχῶν στέλλεται πάντων ἐπιθυμούντων ἔγκαρπον αὐτῷ καταστῆναι τὴν ὁδόν. εἰ δὲ γένοιτο τῷ μὲν τὰ πατρῷα, ἡ μονὴ δὲ ἐμοί, παιᾶνα εἰς τοὺς αἰτίους ᾀσόμεθα.