Ancient Greek · ~3 min
Letter 442
Libanius, Epistulae 1-839 442
Not analysed yet
Ἧκεν εἰς ἡμᾶς τὰ εἰωθότα· νενίκηκεν ὁ βασιλεὺς καὶ βαρβάρων ἔθνος ἐκκέκοπται. ταύτην δὲ καρπούμενοι τὴν ἡδο- νὴν τὴν ἑτέραν ἐλπίζομεν. αὕτη δέ ἐστι σὴν ἐπιστολὴν ἐλθεῖν διδαχήν τε ἔχουσαν τῆς μάχης καὶ τοῦ κεκρατηκότος ἐγκώ- μιον. ὡς οὖν μετέωρον ἔχων τὸ θέατρον κήρυττε, ὦ κηρύ- κων ἄριστε καὶ εὐδαιμονέστατε, γενναίῳ συζῶν ἀθλητῇ. δότω δὲ σοὶ χάριν ἀντὶ τῆς φωνῆς ὁ παλαιστὴς τὸ μένειν ἀτρέμας ἐν δεμνίοις ἐμὲ τὸν οὐδὲν ἔτι δυνάμενον πλὴν τὰ ἑτέρων θαυ- μάζειν· οὕτω πανταχῶς ἀσθενῶ. καὶ σὺ δὲ δὸς ἡμῖν χάριν τὸ πρὸς τῷ τι πράττειν ὑπὲρ ἡμῶν καὶ ἐπιστέλλειν. νῦν δὲ πῶς, οἴει, διετέθην, ἡνίκα πρὸς μὲν τὸν θεῖον ἔγραφες ὑπὲρ ἡμῶν, αὐτὸς δὲ ἡμῖν ἐπέστελλες οὐδέν;