Ancient Greek · ~1 min
Letter 447
Libanius, Epistulae 1-839 447
Not analysed yet
Ὑπῆρξέ σοι καὶ μένοντι τὴν ἡμετέραν ὁρᾶν. δι’ οὓς γὰρ ἦν σοι παρ’ ἡμᾶς ἄξιον ἐλθεῖν, οἵδε ἥκουσι παρὰ σέ, ὁ μὲν πάλαι σοι φίλος, ὁ δὲ νῦν ἐσόμενος. τοῖν δὲ ἀνδροῖν τού- τοιν ἀμείνων μὲν παρ’ ἡμῖν οὐδείς, ἴσοι δὲ οὐ πολλοί· φαίην δ’ ἂν ὡς οὐδὲ ἄλλοθι. περὶ δὲ ἡμῶν οὐδὲν ἐρήσῃ τοιοῦτον ὃ φήσουσιν ἀγνοεῖν.