Ancient Greek · ~2 min
Letter 45
Libanius, Epistulae 1-839 45
Not analysed yet
Ἐμοὶ σὺ δοκεῖς ὑπὸ τῆς σῆς μὲν ἀδελφῆς, Φιλοξένου δὲ μητρὸς ἐπὶ τὸ κινεῖν με κινεῖσθαι. ποιεῖ δὲ ταὐτὸ καὶ πρὸς τὸν ἐμὸν θεῖον διὰ τῆς ἐκείνου γυναικός. ὁ δ’ ἅπερ σὺ γρά- φεις κελεύει παρών, ὅπως ἡμῖν ἔσται ῥήτωρ ὁ νεανίσκος. φράζε δὴ τῇ Φιλοξένου μητρὶ τὸν παῖδα αὐτῇ θεοῦ διδόν- τος ἔσεσθαι τοιοῦτον ὡς ἀρκεῖν αὐτῇ· γνώμη τε γὰρ βουλο- μένη φύσις τε δυναμένη.