Ancient Greek · ~2 min
Letter 479
Libanius, Epistulae 1-839 479
Not analysed yet
Ἐμὲ δέ, εἴπερ ἔδει νοσῆσαι τοὺς νεφρούς, ἔδει παρ᾿ ὑμῖν τοῦτο παθεῖν, οὐχ ὅτι μοι τὸ πάλαι νοσεῖν ἔχει τινὰ ἡδονήν, ἀλλ᾿ ὅτι τῆς ἐν σοὶ τέχνης ἐγγύθεν βοηθούσης ἐλέλυτο ἂν ἡ νόσος. νῦν δὲ ἐν χεροῖν μὲν ἔχων τὸν ἄριστον ἰατρὸν οὐκ ἔχρῃζον ἰατροῦ, ἐν δὲ ἀπορίᾳ τῶν τοῦτο καλουμένων νοσῶ. σοὶ δὲ ἔνεστι καὶ ἀπόντι δι᾿ ἐπιστολῆς ἀμῦναι. μέγα οὖν ἕν τι δηλώσας ῥῦσαι τὸν ἑταῖρον τοῦ κακοῦ.