Ancient Greek · ~6 min
Letter 49
Libanius, Epistulae 1-839 49
Not analysed yet
Ἀκούω τοὺς φόβους εἰς ἀκμὴν ἥκειν καὶ τῷ Πέρσῃ γε- φύρας γεγονέναι καὶ τὴν διάβασιν ἐν χερσὶν εἶναι. σοὶ δε τοῦτο μείζω μὲν ποιείτω τὴν πρόνοιαν, ἀπέστω δὲ τῆς προ- νοίας ταραχή. τοῦτ’ αὐτὸ γὰρ ποιήσει καὶ τὸ δύνασθαι προ- νοεῖν ὡς ἐν τῷ τεταράχθαι τοὺς λογισμοὺς ἀνάγκη τυφλοῦ- σθαι. θαρρυνέτω δέ σε πρῶτον μὲν τὸ μὴ πρώτην αὐτῷ ταύτην τολμᾶσθαι τὴν εἰσβολήν, ἀλλ’ ἀεὶ μὲν αὐτόν, ἐξ οὗ πολεμεῖ, διαβῆναι πειρᾶσθαι, παθόντα δὲ ἀεὶ κακῶς αὑτῷ μέμψασθαι τῆς ἐλπίδος. ἔπειτα οὐ τοῖς πλείοσι πανταχοῦ τὸ νικᾶν ἀκολουθεῖ, ἀλλ’ ὡς τὰ πολλὰ τὴν πολυχειρίαν ἡττᾶ- σθαι τῆς σοφίας συμβαίνει. εἰ δὲ τὸ πλέον ἰσχυρότερον ἦν, ἔδει δήπου τὸν τούτου πρόγονον κτήσασθαι τὴν Ἑλλάδα. νῦν δὲ οἶσθα, ὡς ἐστράτευσε μὲν ἐκείνης ἐπιθυμῶν, φεύγων δὲ ἐκεῖθεν ἐπεθύμει σωθῆναι. οὐ γὰρ τῶν αὐτῶν ἦν ὄρη τε διο- ρύττειν καὶ ἀνδρῶν κρατεῖν ἀρετῆς. ἐντεύξεται δὴ καὶ οὗτος νῦν βουλεύμασι στρατηγῶν, οἳ αὐτὸν διδάξουσιν, ἄρα κάλλιον ἦν ἐλάφοις μάχεσθαι καὶ γὰρ ἂν τὸν Τίγρητα διαβῇ, τῶν μὲν τειχῶν ἥττων ἔσται, γῆν δὲ οὔτε κακοῦν οὔτε καρποῦσθαι δυνήσεται, δεδῄωται γάρ, πόλεις δὲ τὰς ἐπ Εὐφράτῃ ζητῶν μὲν λαβεῖν διατελέσει, λαβὼν δὲ οὐ φανεῖται. τειχίζει γὰρ αὐτὰς ἡ βασιλέως Τύχη. ταυτὶ μὲν οὕτω χρὴ προσδοκᾶν ἀποβήσεσθαι, τῶν δὲ σῶν πραγμάτων, ἃ τῶν Ἑρ- μογένους ἐδεῖτο γραμμάτων, οὐκ ἠμελήσαμεν, ἀλλ’ ἡμεῖς οἱ μύες μᾶλλον ὑμᾶς ὠφελεῖν πειρώμεθα τοὺς λέοντας ἢ ὑμεῖς ἡμᾶς οἱ λέοντες