Ancient Greek · ~2 min
497.1 to 497.2
Libanius, Epistulae 1-839 497.1-2
Not analysed yet
Ἠλγήσαμέν τε ὡς οὔπω πρότερον καὶ ἥσθημεν ὡς οὐκ ἄλλοτε τὸ μέν, ὅτι σοι ἔκαμνεν ἡ γυνὴ, γυνὴ τὰς ὑμνουμέ- 20 νᾶς ἀρετῇ νικῶσα, τὴν δὲ εὐθυμίαν ἐποίει τὸ τὴν νόσον εἴξαι τοῖς ἰατροῖς. εὖ δὲ ἴσθι, καὶ μὴ παρόντων ἰατρῶν ἐσώζετ’ ἂν ὀφειλόντων σοι τῶν θεῶν χάριν ἀντὶ τῆς περὶ πάντα δικαιο- σύνης. ἡ πόλις δὲ ἡμῖν ἐν χορείαις τὸ νῦν καὶ πρόφασις μὲν οἱ γάμοι, τὸ δὲ ἀληθές, ὑπὸ τοῦ πεπαῦσθαι τὸν φόβον εἰς τοῦτο κεκίνηνται. εἰ δέ, ὃ μάλιστα ποθοῦμεν, προσθείης καὶ φανείης ἄγων μετὰ τῆς μητρὸς τὰ παιδία, διπλῆν ἑορτὴν ἐργάσῃ.