Ancient Greek · ~2 min
Letter 496
Libanius, Epistulae 1-839 496.4
Not analysed yet
τοῖς μὲν οὖν ἰατροῖς, —ἀεὶ δὲ οὗτοι διασύρου- σιν ὅ τι ἂν αὐτῶν ἔξω τῆς τέχνης ὂν μεῖζον ἰσχύῃ τῆς τέ- χνης —,οὐκ ἐνθένδε φαίνεταί τι γεγονέναι χρηστόν, ἀλλ’ ἀπὸ τοῦ κεκολάσθαι τὰ περὶ τὴν τράπεζαν· ἐμοῦ δὲ τοῦτο οὐδεὶς ἐξαιρήσεται, ὡς οὐκ ἐκεῖθεν, ἀλλὰ παρὰ σοῦ γέγονα ῥᾴων. 5, ὃ πεπεισμένον ἀνάγκη πλέον ἢ πρὸ τοῦ φιλεῖν, ἀμοιβῶν δὲ παραπλησίων μή σοι δεηθείη τὸ σῶμα.