Ancient Greek · ~3 min
Letter 500
Libanius, Epistulae 1-839 500
Not analysed yet
Ἐγὼ τοῦ φιλεῖν μέν σε καὶ προσέτι γε θαυμάζειν οὔτε ἐπαυσάμην οὔτ’ ἂν παυσαίμην· ἐγένετο δέ τις ὄκνος μοι τάχ ἴσως οὐκ ἄλογος, δι’ ὃν ᾤμην γράφων ἐνοχλήσειν· ὅθεν οὐκ ἠξίουν γράφειν. Κληματίου δὲ ἐξελθόντος αὐτῷ τῷ φιλεῖν καὶ τὸ γράφειν προστίθημι μεμνημένος μὲν τῆς ὑμετέρας, μεμνημένος δὲ σοῦ καὶ τοῦ σοῦ τρόπου καὶ τῆς σῆς εἰς τὸ θεῖον σπουδῆς, ἀφ’ ἦς ἅπασιν ἡμῖν ὑπῆρχε θαρρεῖν. σὺ γὰρ καὶ νόσων καὶ ταραχῆς καὶ πραγμάτων καὶ λύπης καὶ κινδύνων ἱκανὸν φάρμακον, καὶ δρόμος ἐπὶ σὲ τῶν πιεζομέ- νων καὶ ὁ χειμὼν ἔληγεν· ἐπεὶ καὶ νῦν ἐν τῷ νοσεῖν μένω παρὰ τὸ μὴ συνεῖναί σοι, συγγενέσθαι δὲ ὡς εὔχομαι, Κλη- μάτιος οἶδεν. ἄγε δὴ καὶ αὐτὸς ἐπίστελλε καὶ τὰς ὑποψίας ἀφεὶς ἔχου τῶν ἀρχαίων.