Ancient Greek · ~2 min
Letter 505
Libanius, Epistulae 1-839 505
Not analysed yet
Ὑπέσχου μοι δηλώσειν οὗ τύχης σοι τὸν οἶκον εὑρήσεις ὄντα, γράφεις δὲ οὐδέν. καίτοι χρῆν, εἴτ᾿ ἐπὶ τῶν προτέρων ἕστηκεν εἴτ’ ἐπ’ ἀμείνω μεθέστηκε, μηδ’ ἡμᾶς ἀγνοεῖν. ἢ γὰρ συνήσθημεν ἢ συνηυξάμεθα ἄν. ἀλλ’, οἶμαι, γράμματα πέμψαι μὲν εἶ ῥᾴθυμος, ἀπαιτῆσαι δὲ σφοδρός. καίτοι δῶρα δοῦναι μὲν ἕτοιμος, λαβεῖν δὲ ἀργότατος. ἀλλ’ ἐπίστει- λόν τε καὶ τὸν Σπεκτάτον ἡγοῦ τάχιστα ὄψεσθαι μεθ’ οὗ βάδιζε, πρὸς θεῶν, εἰς Ἰταλίαν, ὡς σοί τε βελτίω τὰ παάυ- ματα γένοιτο καὶ ἡμῖν ἐκ τῶν αὐτῶν.