Ancient Greek · ~1 min
Letter 508
Libanius, Epistulae 1-839 508
Not analysed yet
Θαυμάζω τὸ μήτε διὰ Κλεάρχου σε γράψαι τι μήθ’ ἡνίκα παρ’ ὑμῶν Ἰφικλῆς ὡς ἡμᾶς ἤρχετο. εἰ μὲν οὖν ῥᾳθυμίᾳ τοῦτ’ ἐγένετο, καὶ γράμματα ἐλπίζειν ἀεὶ ἔστι, προ- θυμήσῃ γάρ ποτε· εἰ δ’ ἀπ’ ἄλλης αἰτίας ἐχούσης τι δυσχε- ρές, δήλωσον, ὡς μή σε ἐνοχλοίην τῷ γράφειν. ὁ γὰρ οὐκ ἂν ἡδέως ἐπιστείλας οὐδ’ ἄν ἡδέως λάβοι.