Ancient Greek · ~3 min
510.2 to 510.5
Libanius, Epistulae 1-839 510.2-5
Not analysed yet
εὖ γὰρ ἴσθι, τοῖς μὲν πολλοῖς ἀπὸ τῶν ἄλλων εὐδαίμων εἶναι δοκεῖς, γένους δὴ λέγω καὶ πλούτου καὶ τάξεως, ἐφ’ ἦς σὺ βέβηκας· ἐγὼ δὲ οὐδὲ ταῦτα μὲν ἀτιμάζω, μακαρίζω δὲ τὸ καὶ ἐν τού- τοις εἰδέναι σωφρονεῖν καὶ πολλῆς εὐφημίας τυγχάνειν. χα- λεπὸν γὰρ οὗπερ σὺ τεταγμένον πάντας ἐπαινέτας λαβεῖν. ἀνάγκη γὰρ τὸν ἐν δυνάμει καὶ λυπεῖν τινας. ἀλλ’ ἐγὼ μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνων μὲν σῶν ἀκροατὴς γέγονα, τῶν δὲ ἑτέρων οὔτε ἐγενόμην μήτε γενοίμην. εὐχόμενος δέ σε μένειν ἀγαθὸν καὶ τῷ καλῷ Σπεκτάτῳ συνεύχομαι. πρὸς γὰρ ἀλλήλους ἡμεῖς ὅπερ Ἡρακλῆς καὶ Θησεὺς πρὸς ἀλλή- λους, ὥσθ’ ὅτι ἂν θατέρῳ καλὸν ᾖ, τοῦτ’ ἀμφοῖν ἐστι. γε- νέσθω δή σου τῆς καλοκἀγαθίας τὸ καὶ τῶν γραμμάτων ἀντι- δοῦναι γράμματα. εἰ δὲ τοῦτο ἐπίπονον, ἀλλὰ τό γε φιλεῖν ἐθέλειν πόνον οὐκ ἔχει, ὥστ’ ἂν φιλῶν μὴ γράφῃς, ἀρκέσει.