Ancient Greek · ~3 min
Letter 511
Libanius, Epistulae 1-839 511
Not analysed yet
Ἔχω τὴν πατρίδα διὰ σέ, προσθήσω δ’ ἴσως ποτὲ τὸ ὅτι καὶ ὑγιαίνων ἔχω διὰ σέ, ὡς νῦν ἡμῖν ἐπεστράτευσε πάλιν ἐκεῖνο τὸ δεινὸν τὸ σεῖον τὴν κεφαλὴν καὶ φάρμακα πολλὰ μὲν ἀνήλωται πίνοντος ἐμοῦ, τῆς δὲ πόσεως τὸ ἔργον οὐ λαμ- πρόν, ἀλλὰ μέλλουσα μὲν εὔφρανεν ἐλπίδι, γενομένη δὲ ἤνεγκε μικρόν. ὥστ’ ἂν μὴ τάχιστα ἡμῖν ἀφικόμενος ἐκβάλῃς τὸ κακὸν τῇ τέχνῃ, τῆς γε πατρίδος ἡμᾶς ἐκβαλεῖ τὸ κακόν. οἶσθα γὰρ ὡς οἱ ιοσοῦντες, ἐπειδὰν μηδεὶς ὠφελῇ, τοῦ τόπου κατηγοροῦντες ὑπὸ τῆς ἀπορίας ἀποπηδῶσιν ἐπ’ ἄλλο χωρίον. σὸν οὖν ἂν εἴη πρὸς τῷ τὴν οἰκείαν ἀποδοῦναι τὸ καὶ τὴν κεφαλὴν ἐρρῶσθαί μοι δοῦναι.