Ancient Greek · ~2 min
516.4 to 516.6
Libanius, Epistulae 1-839 516.4-6
Not analysed yet
ἴσως μὲν οὖν καὶ μένων ὄψομαί σε, τὴν γὰρ Τύχην ὁρῶ σε κομί- ζουσαν οἷ δεῖ σε ἐλθεῖν· ἴσως δὲ καὶ τῆσδέ σοι τῆς ἀρχῆς μηκυνομένης ἐμέ τις ὄψεται παρὰ σοί. τῆς δὲ ὕβρεως ἣν ὕβρισμαι, πρὸς θεῶν, ἀπαίτησον δίκας καὶ μὴ τὸ γνῶναι πολλοὺς τὴν συκοφαντίαν μᾶλλον ἡγήσῃ φοβερὸν ἢ τὸ μὴ λαβεῖν με δίκην τοιούτων ὑβρισμάτων. ὅπως δὲ ταῦτα ἔσται, καλῶς εἴσῃ τά τε ἄλλα ἐπιστάμενος καὶ δικῶν ὁδούς. οὐ γὰρ ἔγωγε οἴσω τὰ τῶν κακῶς πεπλουτηκότων ἀκούων ἐν πενία.