Ancient Greek · ~2 min
Letter 517
Libanius, Epistulae 1-839 517
Not analysed yet
Εἰ δὲ τοῦτο ἐγεγόνει καὶ σὲ εἶχεν ὁ χορὸς ὃν νικῶν συν- έστησε Θεμίστιος, ἀπῆν ἂν ἡμῖν εὐδαιμονίας οὐδέν. νῦν δὲ οὐ πάντα θεοὶ δόσαν, ἀλλὰ τὸν μὲν ἑωρῶμεν, τοῖς δὲ ὡμιλοῦμεν γράμμασι. μακαρίους δὲ καὶ σὺ τότε ἡμᾶς ὀρθῶς ἐκάλεις καὶ νῦν ἡμεῖς σέ· τότε μὲν γὰρ ὡς ἡμᾶς ᾔει τἀγα- θόν, νῦν δὲ ἀναστρέφει παρὰ σέ. ἀπόλαυε δὴ καὶ πάρεχε τὰ ὦτα διηγήσει μακρᾷ καὶ χρῶ διδασκάλῳ νέων πραγμάτων, ὃν ἐδίδασκες τὰ ἀρχαῖα.