Ancient Greek · ~3 min
52.1 to 52.3
Libanius, Epistulae 1-839 52.1-3
Not analysed yet
Ἡμῖν τε, ὡς ἔοικεν, ἀεὶ πράγματα ἐκ τῶν Σευήρου τρό- πων ἀναφύεται σοί τε ἀπαλλαγὴ τῶν παρ’ ἡμῶν περὶ τούτων οὐκ ἔσται γραμμάτων. ὁ γὰρ ἄνθρωπος ἀτεχνῶς ὕδρα, κἂν τέμῃς τὴν κεφαλήν, ἑτέρᾳ μαχῇ κεφαλῇ, κἂν ταύτης κρατῇς, ἐντεύξῃ τρίτῃ. καί μοι δοκεῖ κἂν ἀποθνήσκων παραινέσαι τοῖς κληρονόμοις μεμνῆσθαι Κλεοβούλου, καὶ οὐκ ἀπορήσειν χρημάτων, ἐπεὶ καὶ νῦν βοᾷ μὲν Ἀλέξανδρος, κεκίνηκε δὲ ἐκεῖνος, καὶ τὸ ὑπόδημα ἄλλος μὲν ἔρραψεν, ἄλλος δὲ ὑπε- δήσατο. δεῖ δὴ τῶν Γύγου χρημάτων ἡμὶν, εἰ μέλλοιμεν ἑκάστῳ δώσειν τῶν βουλομένων λαβεῖν. ἀεὶ γὰρ ὁ βουλόμενος ἔστᾶι καὶ νῦν μὲν Ἀλέξανδρος εἰσπράττει, μικρῷ δὲ ὕστερον Ἀντίπατρος ζητήσει καὶ Παρμενίων. Κλεοβούλῳ δὲ τῷ δι- δασκάλω τοσαῦτά ἐστιν, ὅσα τὸν ἄνδρα ποιεῖν μὲν ἀγεννὲς οὐδὲν καταναγκάξει, ζημίας δὲ ἀδίκους εὐχερῶς φέρειν οὐκ ἐᾶ.