Ancient Greek · ~2 min
Letter 52
Libanius, Epistulae 1-839 52.4
Not analysed yet
τὸν οὖν ὧν συνέθετο πρὸς ἡμᾶς ἐπιλελησμένον Σευῆ- ρον ἀναμίμνησκε τῶν συνθηκῶν δεικνὺς ἅμα τὸ δεσμωτή- ριον, ὃ δικαίως ἂν οἰκοίη μὴ τ. ῖς ὁμολογίαις ἐμμένων. καὶ γὰρ ἄτοπον τοὺς μὲν τῇδε παρ’ ἡμῶν πεπεῖσθαι τοῦθ’ ὅτι Κλεάρχῳ γνώμη τέ ἐστι τιμῶσα τὰ δίκαια ῥώμη τε ἀρκοῦσα τὰ δίκαια βεβαιοῦν. σὲ δὲ ἀμελῆσαι φίλων ἠδικημένων καὶ καλούμενον ὥσπερ Ἡρακλέα σύμμαχον εἶτα φανῆι βοήθειαν συκίνην.