Ancient Greek · ~2 min
Letter 525
Libanius, Epistulae 1-839 525
Not analysed yet
Οὗ μάλιστα ἐπεθύμεις, ἐπεθύμεις δέ, οἶμαι, γραμμάτων ἐμῶν, τοῦτο ἤκει σοι. κομίζει δὲ Σευῆρος, ἀνὴρ ᾧ ποιεῖ σε προστάτην δικαιώματα δύο, τό τε πρὸς ἡμᾶς αὐτὸν ἔχειν οἰ- κείως καὶ τὸ πολίτην ἀμφοῖν εἶναι τὸν ἄνδρα. τοῦ μὲν οὖν μαθεῖν σε ταῦτα ἐμέλησεν ἐμοί, τῆς δὲ εἰς τὸ βοηθεῖ, προθυμίας σοὶ δήπου μελήσει· ὡς ἑκάτερόν γε ἄτοπον, καὶ τὸ πὲρ ὧν ἥκει μὴ πρᾶξαι καὶ τὸ σοῦ παρόντος μὴ διὸ σοῦ τινος ἀγαθοῦ τυχεῖν.