Ancient Greek · ~3 min
529.2 to 529.4
Libanius, Epistulae 1-839 529.2-4
Not analysed yet
τὰ δ’ ἡμέτερα οὕτως ἔχει· πόνος πολύς, ὁ μὲν ἀπὸ τῶν νέων. ὁ δ’ ἀπὸ τοῦ πολλάκις εἰς ἀγῶνας ἐμβαίνειν. καὶ πρόσ- εστι τὸ νοσεῖν ἀεί. πάντα γὰρ δὴ τὸν χρόνον τοῦτον ἐνναίον- τες ταῖς τῶν ἰατρῶν χερσὶν οὔπω τελέως ἵξω τοῦ νοσεῖν ἐσμεν. τῶν πολιτῶν δὲ ἡμὶν πλὴν ἑνὸς ἐχόντων οἰκείως τῶν ἐν ταῖς δίκαις οἱ μὲν ὄντες ὡς ἀληθῶς ῥήτορες μεθ’ ἡμῶν εἰσιν, οἱ δὲ βλάψαντες ἄν, εἰ μεθ’ ἡμῶν ἦσαν, ἑτέρων εὖ ποιοῦντές εἰσιν ἐσθίοντες πολλά, πίνοντες κρα- τῆρας τοῦ θαυμασίου σοφιστοῦ. παρ’ ᾧ δὲ δικαίως ἂν ἴσχυον ὅσον οὐκ ἄλλος, ἀσθενέστερος ἁπάντων εἰμί. καὶ οἶδα μὲν ὡς δοκῶ δύνασθαι, δύναμαι δὲ οὐδὲ μικρόν. καὶ ταῦτά σοι, κἂν μὴ νῦν φαίνηται πιστά, φανεῖται μικρὸν ὕστερον.