Ancient Greek · ~2 min
Letter 530
Libanius, Epistulae 1-839 530
Not analysed yet
Ἤιδειν ὅτι μου μέμνησαι καὶ πρὶν ἐπιστείλῃς, τὸν γὰρ ἀδελφὸν ᾔδεις καὶ διὰ τούτου τιμήσων· γράμματα δὲ προσθεὶς ἐχαρίσω καὶ ταύτῃ. ὁ δὲ ἥκων παρ’ ὑμῶν ἔγνω τε εὐθὺς ὡς εἴην συκίνη βοήθεια καὶ πέρας αὐτῷ τῶν πραγμάτων δι ἑτέρου λαβόντων τοῦτο ἔφρασεν αὐτὸ καὶ δοὺς τὰς ἐπιστολὰς ἀντέλαβεν. ἐγὼ μὲν οὗπέρ εἰμι κύριος ποιῶ, γράφω, τὰ ἔργα δὲ ὑμῖν παρὰ τῶν ἰσχυόντων.