Ancient Greek · ~3 min
Letter 533
Libanius, Epistulae 1-839 533
Not analysed yet
Ἀρτέμων οὗτος πολίτης μέν ἐστιν ἐμός μαθητὴς δὲ ἑτέρων. τοῦτο δὲ τὸ ἑτέρων οὐκ ἔστιν ὅτε οὐκ ἐμέμψατο. συνέβη δὲ αὐτῷ συνεῖναι μὲν ἄλλοις, ἡμῶν δὲ ἐρᾶν, τὰ μὲν καιροῦ, τὰ τὰ δὲ τύχης, τὰ δὲ τοῦ μέλλειν ἀπαίρειν οὐ δόντων ὧν ἐπεθύμει τυχεῖν. τάττεται οὖν ὑφ’ ἡμῶν ἐν τοῖς ἀκη- κοόσιν ἡμῶν, ἐπειδὴ γνώμην ἔσχεν εἰς ἡμᾶς ἣν οἱ μεθ’ ἡμῶν. ὡς οὖν προσελθὼν εἶπεν, οἷ βαδιεῖται καὶ ἐφ’ ὅ τι, καὶ έπῄ- νεσα καὶ συνευξάμην καὶ ἐμήνυσα τὸν ὅρμον. ἐγὼ μὲν οὖν τὸν νεανίσκον ἠμειψάμην τῷ πέμψαι παρ’ ὃν ἐχρῆν, σὺ δ’ αὐτὸν παίδευε μὲν ἃ καὶ τοὺς ἄλλους, ὅρα δὲ ἥδιον ἢ τοὺς ἄλλους, ὅπως εἰδέναι πᾶσιν ᾖ, πόσον τι τοὐμὸν παρὰ σοί.