Ancient Greek · ~4 min
Letter 542
Libanius, Epistulae 1-839 542
Not analysed yet
Ἄρα μου φεύξῃ καὶ τὴν ἐπιστολὴν καὶ τοὔνομα τοῦ 15 πέμψαντος εὑρὼν ἀπορρίψεις, ὡς ἡμᾶς γε τὴν πρώτην ἰδὼν ἡδέως ἔφυγες προιών; τὴν δὲ αἰτίαν, ὑφ’ ἧς τοῦτο ἐποίησας, οὐκ ἂν εἴποιμι πρὸς ἄλλον, ἐπειδή σε φιλῶ, καίτοι τινὰ ἅκ- κισμὸν ἂν ἐμοὶ φέροι. κατηγορεῖς Γε, ὡς ἀκούω, τὸ συνόντα με τοῖς νέοις πρὸς τοὺς νέους ὡς μάλιστα τετάσθαι, τῶν δὲ ἄλλων ἀμελεῖν. ἐγὼ δέ σε ἠξίουν, εἰ μὴ τοῦτο οὕτως ἐπράτ- τετο, πονηρὸν <ἐμὲ> καλεῖ ὁ γάρ τοι παιδευτὴς ἐν τῷ καθήμενος, εἰ περιστησάμενος τὸν χορὸν ἐπ’ ἄλλο τρέποιτο, δίκην ὀφείλων ἴστω. σὺ δὲ ὃν στρυφνὸν εὗρες ἐν τῷ δι- δασκαλείῳ, τοῦτον εὗρες ἂν ἑτέρωθι καὶ γελᾶν εἰδότα. ἀλλ’, οἶμαι, καλῶν ἄγριον ἐμὲ καὶ χαλεπὸν αὐτὸς οὐχ ἡμέρου τοῦτο ἐποίησας τὸ κακίσαι τε ἐφ’ οἷς οὐκ ἄξιον καὶ πρὶν ἀσπάσασθαι ἀπελθεῖν. ἀλλὰ καὶ παῖδές εἰσί σοι καὶ τὸν πατέρα μιμού- μενοι λόγων ἔχονται καὶ τάχα δὴ βαδιοῦνται παρ’ ἡμᾶς. ἐν- θυμοῦ δή, πότερόν σοι λυσιτελεῖ τὸ τοιαῦτα ἐγκαλεῖσθαι τὸν ἐκείνων διδάσκαλον ἢ τὸ παίζειν ἀντὶ τοῦ φροντίζειν.