Ancient Greek · ~3 min
Letter 550
Libanius, Epistulae 1-839 550
Not analysed yet
Εἶπόν ποτε πρὸς σὲ γράφων ὅτι πλὴν ἑνὸς ἡ βουλὴ μεθ’ ἡμῶν. τούτων δὴ τῶν μεθ’ ἡμῶν ἐν πρώτοις ἐστὶ Λη- τόιος οὐδενὸς οὔτε ῥήματος οὔτε ἔργου φειδόμενος, προσθείην δ’ ἂν ὡς οὐδὲ χρημάτων. τῶν γὰρ νέων οἷς ἐν πενίᾳ συμ- βαίνει λόγων ἐρᾶν οὐκ ἐᾷ τὸ πρόθυμον ὑπὸ τῆς πενίας βλα- βῆναι. ποιεῖται δὲ καὶ τὴν πρεσβείαν αὐτὸς τὸν θεῖον τὸν ἐμὸν ἀφεὶς τῆς ὁδοῦ καμόντος γὰρ ἐκείνῳ τοῦ σώματος, τοῦ δὲ ἄρχοντος ἐγκειμένου καὶ κελεύοντος ἢ βαδίζειν ἢ πείθειν ἕτερον αὐτοῦ μὴ χείρω τὸν μὲν ἐκεῖνος ἔδειξεν, ὁ δὲ ὑπέστη 3, καὶ νῦν γενοῦ περὶ τοῦτον οἷος ἂν ἦσθα πρὸς ἐκεῖνον.