Ancient Greek · ~1 min
Letter 553
Libanius, Epistulae 1-839 553
Not analysed yet
Εἰ λέγοιμί σοι, τίς τὸ γένος ὁ Λητόιος καὶ τίς τοὺς τρόπους καὶ τίς πρὸς ἐμέ, διδάξω σέ ποτε καὶ περὶ σαυτοῦ· τοῦτον γὰρ οὐ χεῖρον ἢ σαυτὸν οἶσθα σύ. διὸ δὴ λέγε μὲν αὐτὸς ὑπὲρ αὐτοῦ πρὸς ἄλλους, πυνθάνου δὲ αὐτοῦ περί τε ἐμοῦ καὶ τοῦ θείου πάνυ γὰρ οἶδε τά τι ἐμὰ πράγματα καὶ τὴν εὐπραξίαν ἐκείνου.