Ancient Greek · ~4 min
Letter 558
Libanius, Epistulae 1-839 558
Not analysed yet
Ἐπῄει μέν μοι καὶ πρότερον ἐπιστεῖλαί σοι, τὰ γὰρ ᾀδό- μενα περὶ τῆς σῆς φύσεως καὶ τοῦτο ἀνέπειθε, κατειχόμην δὲ τῷ νομίζειν εἶναι θρασὺ πρὶν ἐντυχεῖν ἐπιστεῖλαι. Σπε- κτάτου δὲ γεγραφότος ὡς ἔνι τις παρὰ σοὶ χώρα τῇ περὶ ἐμοῦ μνήμῃ καὶ ὡς, εἰ γράψαιμι, πρὸς ἐπιθυμοῦντα τοῦτο ἔσται, ταχέως ὑπήκουσα κέρδος μὲν ἡγούμενος, εἰ μή μου καταγνοίης προπέτειαν, βλάβος δὲ οὐδέν, εἰ καταγνοίης· Σπεκτάτον γὰρ εἶναι τὸν δώσοντα τὴν δίκην. ἀλλὰ γὰρ ἐλπίζειν χρὴ τὰ βελτίω. σὺ γὰρ δήπουθεν ὁ τήν τε Ἑλλάδα σεσωκὼς καὶ νῦν ἀνοίξας τὰ βασίλεια τοῖς λόγοις. εἰμὶ δέ που καὶ αὐτός, εἰ μὴ τῶν ποιούντων λόγους καλούς, τῶν γε ἐρώντων λόγων καλῶν, ὥστ’ εἰκὸς ἡμέρου σου τεύξεσθαι τήν τε ἐπιστολὴν καὶ τὸν φέροντα τὴν ἐπιστολήν. καίτοι γελοῖον μὲν ὑπὲρ ἄλλου γράφειν πρὶν ὅπως ἐκβήσεταί μοι τὸ γεγραφέναι μα- θεῖν, τετολμήσθω δ’ οὖν ὅμως, καὶ γενοῦ Λητοίῳ τὰ πάντα δι’ ἐμὲ τὸν θρασύν.