Ancient Greek · ~3 min
566.1 to 566.3
Libanius, Epistulae 1-839 566.1-3
Not analysed yet
Ἀλλ᾿ εἰ καὶ βραδέως, ὑπηρέτηκά γέ σοι, καὶ λαβὼν τὰ Κέλσου δοκίμαζε. δοκεῖς γὰρ ἐπὶ βασάνῳ μοι μᾶλλον ἢ τοῦ τι μαθεῖν ἐκεῖθεν ἐθελῆσαι λαβεῖν. οὐχ οὕτω σοι μικρὸν <τὸ> περὶ τὴν γλῶτταν ἐκείνην. βραχὺ δ’ ἐφρόντισας τῆς ἀποκρίσεως, ἣν ἡ κλῆσις ἥν γε ἐκάλουν ἀπῄτει· χρῆν γὰρ ὡς ἥξεις εἰπόντα δοῦναι χάριν ἢ μένειν ἐγνωκότα, δι’ ὅ τι μένειν ἐπῆλθεν, εἰπεῖν. σὺ δ’ οὐδέτερον πεποίηκας. ἀλλά μοι φαίνῃ μετεωριζόμενος ὑπὸ τοῦ τῆς Ῥώμης μεγέθους τῶν τε ἄλλων πόλεων καὶ τῶν ἐν αὐταῖς φίλων καταφρονεῖν, ἄλλως θ’ ὅτε καὶ λαμπροτέρα νῦν δὴ γεγένηται τῷ βασιλέως ἔρωτι. τοῦτον γὰρ εὐδαιμονίσαι τις ἂν τῆς θέας, ἐκείνη <δὲ> τοῦτο οὐ μικρὸν ἡ ’κείνου ἐπιθυμία.