Ancient Greek · ~3 min
Letter 565
Libanius, Epistulae 1-839 565
Not analysed yet
Ἐμὸν τὸ γράμμα καὶ παλαιὸν καὶ πρὸς παιδιὰν γραφέν. ἔτυχον μὲν γάρ σοι πέμψας ἐπιστολὴν ἀπὸ τῶν τόπων ὧν ἄσμενος ἀπηλλάγην, ἡ δὲ εἰς ἄλλων ἐλθοῦσα χεῖρας ἐκείνους πρὸς σὲ περὶ τῶν πρὸς σὲ γραφέντων ἐποίει λέγειν. σοὶ δ’ ἄτοπόν τι τοῦτο ἐφαίνετο καὶ γράφων ἐθαύμαζες, ὅ τι τὸ πρᾶγμα εἴη. καί σε προσπαίζων ἔγραψα ταῦτα ἃ νυνὶ φὴς εὑρεῖν. ἃ σπουδῇ νομίσας εἰρῆσθαι δόξης μὲν ἥμαρτες, ἐμοὶ δὲ λυσιτελούντως διὰ γάρ τοι πολλῶν καὶ καλῶν ἠγωνίσω τῶν λόγων, οὓς εἰρῆσθαί μᾶλλον εἶχέ μοι καλῶς ἢ σεσιγῆ- σθαι. τὸν δὲ Κύριλλον πάλαι παῖδα νομίζων ἐμαυτοῦ νῦν ἤδη καὶ μειζόνως. παρὰ σοῦ γὰρ ἥκει μοι νῦν τοῦ πάππου τιμιώτερος.