Ancient Greek · ~1 min
Letter 570
Libanius, Epistulae 1-839 570
Not analysed yet
Σοί τε ἔπρεπεν Ἱμερίῳ φίλον εἶναι καὶ οἱ παῖδες ὑμῶν εὖ ποιοῦντες τὰ ὑμέτερα μιμοῦνται. αἰδεῖται μὲν τοῦτον ὁ σὸς υἱός, οὗτος δὲ ἐκεῖνον ἐπαινεῖ καὶ συγχαίρει δόξαν τε ἀγαθὴν ὁρῶν ἔχοντα καὶ παρ’ ἡμῶν πρόνοιαν, ἓν δὲ αἰτιᾶται μόνον, ὅτι πολλὰ τοῦδε διδόντος μικρὰ λαμβάνειν ἐθέλει. σὺ τοίνυν ἐπαίνει τοῦ μὲν τὴν φιλοτιμίαν, τοῦ δὲ τὸ αἰ- δεῖσθαι.