Ancient Greek · ~3 min
574.2 to 574.5
Libanius, Epistulae 1-839 574.2-5
Not analysed yet
εὐθὺς μὲν οὖν αὐτὸν τιμήσεις πατρός τε εἴνεκα καὶ θείου καὶ πάπ- που, πεῖραν δὲ λαμβάνων τῆς γνώμης, καὶ γὰρ ἐπέδωκεν εἰς τὸ βέλτιστος εἶναι, τούτῳ θαυμάσῃ τὸν ἄνδρα. λόγον δὲ περὶ ἡμῶν ἀπαιτῶν ὄψει μὲν αὐτὸν ἐν τῇ διηγήσει τὰ σὰ μιμούμενον εἰς ἐμέ, τοῦτο δὲ αἰσθόμενος παῖδα σαυτοῦ νο- μιεῖς· τοιοῦτον γὰρ δὴ τὸ σὸν περὶ τὸν πρόθυμον εἰς ἐμέ. τὰ μὲν οὖν ἄλλα οὗτος ἐρεῖ, λόγων πλῆθος, ἴσως δέ τι καὶ κάλλος, νέων πλῆθος καὶ περὶ τοὺς νέους πόνους, νέους πόνων ἐραστάς, φίλους πολλούς τε καὶ φαιδρούς, ἐχθροὺς οὐ πολλοὺς καὶ ταπεινούς. ὃ δὲ οὗτος μὲν οὐκ ἐρεῖ, σεσιγῆ- σθαι δὲ οὐ καλόν, δεσπότην με τῶν αὑτοῦ μεθ’ αὑτοῦ πε- ποίηται τὴν συγγένειαν αἰδούμενος. ταὐτὸ δ’ ἂν οἶμαι ποιῆσαι καὶ πρὸς ἄλλον οὐ συγγενῆ μέν, ἀγαθὸν δέ.