Ancient Greek · ~4 min
Letter 575
Libanius, Epistulae 1-839 575
Not analysed yet
Ὁ μὲν δαίμων οὐ καλῶς ὑπὲρ τῶν σῶν ἐβουλεύσατο, σὺ δέ, οἶμαι, καλῶς. ὁ μὲν γὰρ ἀφῄρηταί σε Θεμίστιον, ὃν ἐγώ ποτε ταῖς Ἰσοκράτους παραινέσεσιν ἔθρεψα· σὲ δὲ οὐ κατέ- κλυσεν ἡ συμφορά, μένεις δὲ ἐν τοῖς φιλοσοφίας νόμοις ἀνδρίᾳ χρώμενος πρὸς τὴν Τύχην. ἔστι δέ, οἶμαι, τοῦ μέχρι νῦν ἐνηνοχότος τὸ κακὸν τὸ μὴ γενέσθαι μετὰ ταῦτα πρὸς τὸ πά- θος μαλακόν. αἰσχρὸν γὰρ εὐθὺς οὐ προαχθέντα προἰόντος ἐνδοῦναι τοῦ χρόνου. τὸν δ’ Ἰάμβλιχον ἔγνως μὲν ἐλθὼν ὡς ἡμᾶς ἀγαθόν, εὖ ποίει δὲ νῦν ὡς ἄνδρα ἀγαθόν. μεγίστη δὲ εὐεργεσία φίλον τε σαυτοῦ νομίσαι καὶ δεῖξαι τοῖς ἄλλοις, ὅτι αὐτὸν ἡγοῖο φίλον. πάντως δὲ τὸν ἐξ ἐκείνων παρὰ σοὶ δεῖ κεκρίσθαι τίμιον, τὸν ἐκ τῶν φιλοσόφων παρὰ τῷ φιλο- σοφοῦντι. αὐτὸς μὲν οὖν ταῖς τῶν πατέρων ἀρεταῖς σε- μνύνεται, μεῖζον δέ ἐστιν αὐτῷ τοῦ φῦναι ἐκ τοιούτων τὸ γε- νέσθαι τούτων ἄξιον. καὶ γὰρ εἰ μὴ λόγων ὅσων ἐπεθύμει μετέσχεν ὀρφανίᾳ κωλυθείς, ἥ γε φύσις καὶ τὸ τῶν ἠθῶν γενναῖον φιλοσοφίᾳ πρέποντα.