Ancient Greek · ~3 min
578.9 to 578.11
Libanius, Epistulae 1-839 578.9-11
Not analysed yet
σὺ δὲ χαλεπός τις εἶ καὶ τοὺς καθεύδοντας καὶ τοὺς ἐγρηγορότας κακίζων. καίτοι εἰ μὲν Δάρδανος ἠδίκει κοιμώμενος, ὁ μὴ κοιμώμενος ἔξω μέμψεως· εἰ δὲ τὴν ἀγρυπνίαν τούτου ψέγεις, τί μὴ τὸν ὕπνον ἐπαινεῖς ἐκείνου; ἀλλ’ οὔτ’ ἐκεῖνος ἠδίκει κοιμώμενος μεθ’ ἡμέραν ἀπὸ τῶν ἐν νυκτὶ φροντισμάτων οὗτός τε κρα- τῶν ὕπνου στεφάνων, οὐκ αἰτίας ἄξιος. ὁρᾷς ὡς οὐκ ἐμὲ τὸ πλουτεῖν, ἴστω γάρ, ἀπέφηνε χείρω, σὺ δ’ ὑπὸ τῆς ἐξουσίας ἐπήρθης συκοφαντεῖν. παραινῶ δή σοι τούτου μὲν ἀποστῆναι, τοῦ δ’ ἀκριβῶς ἐπιμελεῖσθαι, τῆς ἀρχῆς ἔχεσθαι. καίτοι τινὲς κατηγοροῦσί σου τὴν τοῦ Φοίνικος τραγῳ- δοῦντες πρᾶσιν καὶ ὅσοι περὶ τὰς δίκας οἴχονται φεύγοντες ὑπὸ τῶν ὑβρισμάτων. ἀλλ’ ἐγὼ τοὺς μὲν οὐδὲν λέγοντας δεικνύω, σοῦ δέ, ἢν μὴ παύση τοιαῦτα ποιῶν, φανοῦμαι κατήγορος.