Ancient Greek · ~1 min
Letter 579
Libanius, Epistulae 1-839 579
Not analysed yet
Ἔτι σοι γράφομεν ἀπόντι, χρῆν δέ σε εἶναι παρ’ ἡμῖν καὶ μὴ ταῖς ἐπιστολαῖς ὁρᾶν μόνον τοῦ παιδὸς τοὺς λόγους, ἀλλὰ πᾶσιν εἴδεσιν ὁπόσα λόγων. πολλῶν δ’ ἂν ἐπριάμην εἰδέναι σε τὸν παρ’ ἡμᾶς ἥκοντα Θεμίστιον· οὕτω γὰρ ἆν ἐθαύμασας ἐμέ τε τὸν μεταβαλόντα κἀκεῖνον τὸν μεταστάντα.