Ancient Greek · ~1 min
Letter 584
Libanius, Epistulae 1-839 584
Not analysed yet
Οἱ παῖδές σου φύσεως τε ἀγαθῆς καὶ προθυμίας ἀμεί- νονος. ἤδη δέ τι καὶ δεῖγμα ἐξήνεγκαν νέων ἐχόντων ὦτα. ὅτι δὲ τοῦτ’ ἔστιν, ἐμοὶ μὲν ἀκριβῶς εἰπεῖν οὐ καλόν, ἐκείνοις δὲ μὴ τοῦτο ποιεῖν αἰσχρόν. παρεὶς δὲ τὸ παρακαλεῖν ἡμᾶς ὑπὲρ αὐτῶν τιμῶντος ἔργον ἐποίησας τῇ σιγῇ μαρτυρήσας ὡς ἅπαν τὸ προσῆκον ἔχουσιν.