Ancient Greek · ~3 min
Letter 586
Libanius, Epistulae 1-839 586
Not analysed yet
Ἠισχύνθην οἷς ἔγραψας περὶ τῶν θηρίων· οὐ γὰρ ἐῴκεις ὅτι σοι μὴ χαρίσασθαι παρῆν ἡμῖν ἀνιωμένῳ, ποιου- μένῳ δὲ μᾶλλον τὴν ἀπορίαν παιδιάν. ἤδη δέ τις οὐδ’ ἀπο- ρεῖν σε ἔφη σημείῳ τῇ παιδιᾷ χρώμενος. συνέβη δὲ τὴν ἐπιστολὴν διὰ τῶν τοῦ θείου χειρῶν εἰς ἡμᾶς ἐλθεῖν, ἀνδρ· ὸς αὐτοῦ μὲν ἥκιστα παίζειν εἰδότος, σὲ δὲ νομίζοντος μετὰ τοῦ καιροῦ τοῦτο ποιεῖν. ἀλλὰ νῦν γε οὐ καιρὸς ἐν ἐπειγούσῃ τῇ "χρείᾳ. τὸ δὲ τὸν συγγενῆ σοι ταὐτὰ λειτουργεῖν ἐν Βιθυνίᾳ καιρὸς ἦν διδούς σοι δεικνύειν ὅτι τῶν οἰκείων οὐ ποιῇ τὸ τῶν φίλων δεύτερον. ἀλλ’, οἶμαι, πρόφασιν ἥρπασας εἰς ῥᾳ- θυμίαν. πεπόμφαμεν δὲ ὑμῖν ὧν ἡμῖν τὸ ὄρος τρέφει. σὺ δ’, εἰ καὶ μὴ δοῦναι χάριν ἕτοιμος, ἀλλ’ ἀμείψασθαι φάνηθι μὴ κακός.