Ancient Greek · ~1 min
Letter 6
Libanius, Epistulae 1-839 6
Not analysed yet
ϛ΄. Θεμιστίῳ. Ηβουλήθη σε παρ’ ἡμῶν ὁ Λεόντιος μαθεῖν, ὡς φιλοῖτο ὑφ’ ἡμῶν. λέγω τοίνυν ὅτι καὶ φιλεῖται καὶ δικαίως χρηστός τε ὢν καὶ συνετὸς καὶ τῷ τιμᾶν οὓς προσήκει τιμᾶσθαι νο- μίζων.