Ancient Greek · ~2 min
Letter 601
Libanius, Epistulae 1-839 601
Not analysed yet
Ὁ τῆς παιδός σου παῖς τοιοῦτός ἐστιν, οἷον εὔξαιτο ἂν ὁ πάππος, λόγων ἐραστής, σωμάτων οὔτι ἐραστής, θράσους ἀφεστηκώς, ἐπιεικείᾳ φίλος, ἀρέσκων ἐμοί, τοὺς ἑταίρους ἐξημμένος. ταῦτα αὐτῷ συνειδὼς σιγᾶν οὐκ εἶχον. ἐγὼ γὰρ οἶδα μὲν κατηγορῆσαι νέων ἔξω κόσμου φερομένων, οἴδα δὲ ἐπαινέσαι μένοντας έν τῷ τεταγμένῳ. τὸν οὖν Διόφαν- τον τοῦτον ἕνα τῶν ἃ χρὴ ποιούντων εὑρὼν ἡγησάμην ἄδι- κον μὴ καὶ τῷ πάππῳ τὴν ἀκοὴν εὐφρᾶναι.