Ancient Greek · ~2 min
Letter 605
Libanius, Epistulae 1-839 605
Not analysed yet
Οὐ γὰρ οἶσθ᾿ ὅτι καὶ ἑτέραν πεποιήμεθα μελέτην, ἡ πάντως ἂν ᾔτεις ἐπὶ τῇ προτέρᾳ τὴν δευτέραν. τοιοῦτος γὰρ δὴ σὺ πρὸς ἡμᾶς· ἂν ὅτι εἶπον ἀκούσῃς, πρὶν ὅπως εἶπον μαθεῖν εὐθὺς ἐρᾷς. ὡς οὖν καὶ ταύτην ᾐτηκότι πέμψομεν ἀμφοτέρας αὐτίκα. τὸ δ’ αὐτίκα παρ’ ἡμῖν δύο μῆνες· τοσ- αύτη τις ἀφθονία γραφέων, ἵνα μὴ λέγω σπάνις. μὴ λαμ- βάνων μὲν οὖν ἐγκάλει· βραδέως δὲ εἰ λάβοις, ἀνθ’ ἡμῶν μεθ’ ἡμῶν αἴτια τὸ αἴτιον.