Ancient Greek · ~1 min
Letter 608
Libanius, Epistulae 1-839 608
Not analysed yet
χη΄. Φιλαγρίῳ. Καὶ ὡς ἄνδρα χρηστὸν καὶ ὡς ἔμπειρον λόγων καὶ ὡς ὀξὺν στρατιώτην καὶ ὡς ἡμέτερον φίλον ἡδέως τε ὄψει τὸν Διονύσιον καὶ χαίροντα ἀποπέμψεις. μαντεύομαι γὰρ θαρρῶν.